Γνήσια Ορθοδοξη Φωνη

Γνήσια Ορθοδοξη Φωνη

Τρίτη, 2 Αυγούστου 2016

ΛΟΓΟΣ Α΄ ΕΙΣ ΤΗΝ ΑΡΧΗΝ ΤΗΣ ΙΝΔΙΚΤΟΥ του εν Αγίοις πατρός ημών Ιωάννου Αρχιεπισκόπου Κωνσταντινουπόλεως του Χρυσοστόμου.

Θαυμασταί των Ορθοδόξων αι πανηγύρεις φαιδραί των Μαρτύρων αι μνήμαι, ανεπαίσχυντοι των ευσεβών αι ευωχίαι. Ουχ εορτάζομεν χρόνον τον αστάτως κινούμενον· ου σεβόμεθα ενιαυτόν την της ανθρώπων ζωής δαπάνην· ου προσκυνούμεν αιώνα τον εις φθορ΄ν ημάς έλκοντα. Ου λατρεύομεν τη κτίσει· σύνδουλα γαρ τα γεγονότα. Ου θεραπεύομεν την ύλην· εξ ούκ όντων γαρ υπέστη. Ως γαρ αρχήν γενέσεως έσχε ταύτα, και φθοράς υπόκεινται τέλει. Ου σεβόμεθα ουρανόν· ως καπνός γαρ εστερεώθη. Ου σεβόμεθα στερέωμα· εκρυσταλλώθη. Ου σεβόμεθα το φως· λόγω γαρ εδημιουργήθη. Ου σεβόμεθα την σελήνην· σχήματι γαρ εκοσμήθη. Ου σεβόμεθα την γην· εξ ύδατος γαρ ανειλκύσθη. Ου σεβόμεθα το πυρ· υλικόν γαρ το στοιχείον. Ου προσκυνούμεν το ύδωρ· ρέουσα γαρ η φύσις. Ου λατρεύομεν τω χρόνω· ουχ έστηκε γαρ, αλλ’ αφίσταται. Ου σεβόμεθα την ημέραν· διατάξει γαρ γουλεύει. Πάντα χρόνω γηρά, και χρόνος μετά πάντα γηρά. Θεός δε μόνος παλαιότητος ανώτερος· και δείκνυσιν η της συντελείας ημέρα. Έλληνες μεν ουν και Ιουδαίοι αδελφοί ανομίας, του διαβόλου τα λάφυρα, της αμαρτίας τα έκγονα, της πλάνης τα θρέμματα, της δυσσεβείας η πώρωσις, της γεέννης οι ναυτολόγοι, οι όφεις της ασεβείας, οι υιοί της κατάρας. Ούτοι εορταζέτωσαν δυσσεβώς, επειδή φρονούσιν ανοσίως. Οι μεν την πλάνην τιμάτωσαν, οι δε τον νόμον πατήτωσαν, και εκάτεροι εις τα πονηρά μαθητευέτωσαν· συνήλλαξαν γαρ. Ιουδαίοι παρ’ Ελλήνων έμαθον την ειδωλολατρίαν, και Έλληνες παρά Ιουδαίων το προφητοκτονείν· οι Ιουδαίοι γαρ εν τω νόμω πάσαν ελληνικήν επεδείξαντο πλάνην. Αλλά γαρ αγανακτείς, ω Ιουδαίε, ταύτα ακούων; Εννόησον γαρ πράξεις και μη χαλέπαινε προς τας μέμψεις. Που γαρ ουκ ειδωλολάτρησας, ειπέ μου; Εν τη ερήμω μόσχον εχάλκευσας, τροπαιοφορούμενος τω Βεελφεγώρ ετελέσθης· εν τη Μωαβίτιδι τω Θάματζ προσεκύνησας, εν τη Παλαιστίνη τω Δαγών εθυσίασας, εν Φοινίκη τη Αστάρτη ελάτρευσας, εν αιχμαλωσία τω Χαμώς προσεκύνησας. Έλειψε τόπος, ουκ έλειψε μύσος. Δια τούτο και τας εορτάς υμών μισεί ο Δεσπότης· άκουε γαρ του Προφήτου λέγοντος· «Μεμίσηκα, απώσμαι εορτάς υμών, και ου μη οσφρανθώ θυσίας εν ταις πανηγύρεσιν υμών» (Αμώς ε: 21). Πάσα γαρ εορτή Ιουδαίων φόνους επήγαγε. Νηστεύων, τον Ναβουθαί ελίθασας· εορτάζων, τον Ησαϊαν έπρισας· πανηγυρίζων, τον Ιερεμίαν εις λάκκον κατέρριψας· εις κρίσεις και μάχας ανοσίως ενήστευσας· κραιπαλών, την κιβωτόν επί του Ηλί παρέδωκας, τον Ιωάννην απεκεφάλισας. Ει τοιαύτα εορτάζεις, το θρηνείν σοι συμφέρει. Ημείς δε εορτάζομεν θεία και παράδοξα πράγματα, των Μαρτύρων τους άθλους, των ταφέντων τας νίκας, των μη ορωμένων τα δίκτυα, των διαλυθέντων την ιατρείαν. Εν πρώτοις του Χριστού και Θεού μου τα θαύματα, α δια την εμήν σωτηρίαν άνθρωπος γεγονώς εξετέλεσεν· είθ’ ούτω των δούλων αυτού τα πάθη· του Στεφάνου τον λιθοκόλλητον στέφανον, του ενδόξου Λαυρεντίου τα κατά θανάτου τρόπαια, της Άννης την αναυάγητον δέησιν· Ω Τριάς Τριάδος κήρυξ! Ω λείψανα, των οδυνωμένων τα φάρμακα! Ω κόνις, πηγή ιαμάτων! Ω οίκος, ουρανού το κάλλος μιμούμενος! Αλλά και το άψυχον στοιχείον, η θάλασσα, αλαλήτως βοά προς υμάς: Ήλεγξας τους συνδούλους, κηρύξω καγώ τον Δεσπότην. Ου βαρεί με το ίχνος του Πλάστου, αγιάζουσί με οι πόδες Χριστού. Μωϋσής έσχισεν, αλλ΄ ούτος ηγίασε, τον Ιωνάν ερρόφησας, τούτον δε φρίττω· τον Νώε εκλυδώνισα, αλλ’ ου τολμώ προσβλέψαι τω χερσί τον άνθρωπον πλάσαντι. Ποσί την θάλασσαν ηγίασε, τον ουρανόν τω θρόνω εδόξασε, την γην τη φάτνη ελάμπρυνε, τον άδην δια του τάφου εφώτισεν. Ουκ ειμί αγνώμων και άψυχος· επιγινώσκω ως στοιχείον τον ποιήσαντα· οι λέγω μετά των Ιουδαίων «Ούτος ο άνθρωπος ουκ έστι παρά Θεού» (Ιωάν. θ: 16), αλλά κράζω ευσεβούσα· «Ούτός μου Θεός και δοξάσω αυτόν». Δείξω τα της εμής φύσεως, ελέγξω των μιαιφόνων τας γνώμας, δημοσιεύσω του περιπατήσαντός με το κράτος. Ούτοι σύνδουλοι, εκείνος Δεσπότης ου φόβω τούτους ταράττω. Ο μεν Δεσπότης εν τη θαλάσση αβρόχως εβάδιζεν, οι δε πλέοντες εθορυβούντο, ο δε φόβος τούς κινδυνεύοντας βοάν παρεσκεύασεν· ο δε φιλ΄νθρωπος το θαρρείν παρεκελεύετο, λέγων: «Θαρσείτε, εγώ ειμί, μη φοβείσθε». Θαρσείτε, την της πίστεως έχοντες άγκυραν· ειδωλολατρίας γαρ σπιλάς ουκ εβύθισεν υμάς, Θαρσείτε, Ιουδαϊκή υμάς λαίλαψ ου κατεπόντισε. Θαρσείτε, αιρετική υμάς τρικυμία ου κλυδωνίζει. Εγώ ειμι ο συνάναρχος του Πατρός Λόγος, της ακτίστου αρχής ο κλάδος, της κοσμικής αμαρτίας ο αμνός, του των πόλεων ναυαγίου ο κυβερνήτης της Ορθοδόξου Πίστεως ο θησαυρός, των μαρτυρικών αγώνων ο βραβευτής. «Εγώ ειμι, μη φοβείσθε». Όπου γαρ ο Θεός πάρεστιν, απελήλατο κίνδυνος χάριτι Θεού. Αυτώ η δόξα και το κράτος εις τους αιώνας των αιώνων. Αμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου