Γνήσια Ορθοδοξη Φωνη

Γνήσια Ορθοδοξη Φωνη

Δευτέρα, 3 Οκτωβρίου 2016

ΛΟΓΟΣ Β΄ εις το Γενέσιον της υπεραγίας Θεοτόκου και Αειπαρθένου ΜΑΡΙΑΣ. Του Οσίου και θεοφόρου πατρός ημών Ιωάννου Μοναχού και Πρεσβυτέρου του Δαμασκηνού.

Δεύτε πάντα τα έθνη, παν γένος ανθρώπων και γλώσσα και ηλικία πάσα και άπαν αξίωμα, μετ΄ ευφροσύνης το της παγκοσμίου ευφροσύνης Γενέθλιον εορτάσωμεν· ει γαρ Ελλήνων παίδες, δαιμόνων ψεύδη, μύθω κλεπτόντων τον νουν και συσκιαζόντων την αλήθειαν, και βασιλέων γενέσια δια πάσης ήγον τιμής, δώρον έκαστος προσφέρων το κατά δύναμιν, και ταύτα λυμαινομένων τον βίον, πόσω μάλλον ημάς εχρήν της Θεοτόκου τιμάν το Γενέθλιον, δι΄ ης άπαν το βρότειον επανώρθωται γένος, δι΄ ης της προμήτορος Εύας η λύπη εις χαράν μεταβέβληται; Εκείνη μεν γαρ, «Εν λύπαις τέξη τέκνα» δι΄ αποφάσεως θείας ακήκοεν· αύτη: «Χαίρε, κεχαριτωμένη»· εκείνη: «Προς τον άνδρα η αποστροφή σου»· αύτη: «Ο Κύριος μετά σου». Τι ουν τη Μητρί του Λόγου, αλλ΄ ή λόγον προσοίσωμεν; Πάσα η κτίσις συνευωχείσθω και υμνείτω της ιεράς Άννης την ιερωτάτην λοχείαν· ήνεγκε γαρ τω κόσμω θησαυρόν αγαθών αναφαίρετον· δι΄ αυτής γαρ ο Κτίστης πάσαν φύσιν προς το κρείττον μετεστοιχείωσε δια μέσης της ανθρωπότητος· ει γαρ άνθρωπος, μέσος νου και ύλης ιστάμενος, σύνδεσμός εστι πάσης ορατής και αοράτου κτίσεως, ενωθείς ο Δημιουργός Λόγος του Θεού τη φύσει της ανθρωπότητος, δια ταύτης απάση τη κτίσει ήνωται. Εορτάσωμεν (τοίνυν) την λύσιν της ανθρωπίνης στειρώσεως, ότι λέλυται ημίν των αγαθών η στείρωσις. Αλλά τίνος ένεκεν εκ στείρας η Παρθένος Μήτηρ γεγένηται; Έδει γαρ το μόνον καινόν υπό τον ήλιον, το των θαυμάτων κεφάλαιον, προοδοποιηθήναι τοις θαύμασι, και κατά μικρόν από των ταπεινοτέρων επαναβήναι τα μείζονα. Έχω και έτερον λόγον υψηλότερον και θειότερον· η γαρ φύσις ηττάται τη χάριτι, και έστηκεν υπότρομος προβαίνειν μη φέρουσα. Επεί ουν έμελλεν η Θεοτόκος Παρθένος εκ της Άννης τίκτεσθαι, ουκ ετόλμησεν η φύσις προβαλείν το της χάριτος βλάστημα, αλλ΄ έμεινεν άκαρπος, έως η Χάρις τον καρπόν εβλάστησεν· έδει γαρ πρωτότοκον τεχθήναι, την τεξομένην τον ποιητήν της κτίσεως, εν ω τα πάντα συνέστηκεν. Ω μακαρία ξυνωρίς Ιωακείμ και Άννα, υπόχρεως υμίν εστι πάσα η φύσις· δι΄ ημών γαρ προσήγαγε δώρον απάντων υπερφερέστατον, Μητέρα σεμνήν μόνην αξίαν του κτίσαντος. Ω οσφύς του Ιωακείμ παμμακάριστε, εξ ης κατεβλήθη σπέρμα πανάμωμον. Ω μήτρα της Άννης αοίδιμε, εν η ταις κατά μικρόν προσθήκαις ηυξήθη, και διαμορφωθέν ετέχθη βρέφος πανάγιον. Ω γαστήρ, ουρανόν εν εαυτή κυοφορήσασα έμψυχον, της ουρανών ευρυχωρίας πλατύτερον. Ω άλως, η ενέγκασα θημωνίαν του ζωοποιού σίτου, ως αυτός ο Χριστός απεφήνατο: «Εάν μη ο κόκκος του σίτου πεσών εις την γην αποθάνη, αυτός μόνος μένει». Ω μαστοί, θηλάσαντες την θρέψασαν τον τροφέα του κόσμου. Ω θαυμάτων θαύματα, και παραδόξων παράδοξα! Έδει γαρ την του Θεού άφραστον και συγκαταβατικήν σάρκωσιν προοδοποιηθήναι τοιούτοις τοις προοιμίοις. Αλλά πως τοις πρόσω προβήσομαι; Η διάνοια μεν εξίσταται· φόβος δε με και πόθος κατεμερίσαντο· η καρδία θάλλει και η γλώσσα πεπέδηται· ου φέρω την ηδονήν· νικώμαι τοις θαύμασιν· ένθους υπό του πόθου γέγονα· νικάτω ο πόθος, υποχωρείτω ο φόβος, αδέτω η κιθάρα του Πνεύματος. «Ευφραινέσθωσαν οι ουρανοί και αγαλλιάσθω η γη». Σήμερον στειρωτικαί πύλαι ανοίγονται, και Πύλη Παρθενική θεία προέρχεται, εξ ης και δι΄ ης Θεός ο πάντων των όντων επέκεινα, εις την οικουμένην σαφώς εισελεύσεται σωματικώς, κατά Παύλον τον των αρρήτων υπήκοον. Σήμερον εκ ρίζης της Ιεσσαί ράβδος έφυ, εξ ης άνθος αναβήσεται τω κόσμω θεοϋπόστατον. Σήμερον εκ της γηϊνης φύσεως, ουρανόν κατεσκεύασεν επί γης ο πάλαι ποτέ εξ υδάτων πήξας και προς ύψος μετεωρίσας στερέωμα· και όντως ούτος, εκείνου πολύ θειότερος και παραδοξότερος· ο γαρ εν εκείνω κατασκευάσας τον ήλιον, εκ ταύτης δικαιοσύνης ανέτειλεν Ήλιος. Δύο φύσεις, καν ακέφαλοι μαίνονται· μία υπόστασις, καν Νεστόριοι διαρρήγνυνται· το γαρ φως το αϊδιον, το εξ αϊδίου φωτός προ αιώνων έχον την ύπαρξιν, το άϋλον και ασώματον, εκ ταύτης σωματούται, και ως εκ παστού νυμφίος προέρχεται· και Θεός ων, και γηγενής γενόμενος ύστερον, ως γίγας την οδόν δραμείν της ημετέρας αγαλλιάται φύσεως· και δια παθών οδεύσαι προς τον θάνατον, και δήσαι τον ισχυρόν, και διαρπάσαι αυτού τα σκεύη, την ημετέραν φύσιν, και προς την ουράνιον γην αγαγείν το πλανώμενον πρόβατον. Σήμερον ο του τέκτονος Υιός, ο παντευχήμων Λόγος του δι΄ αυτού τα πάντα κατασκευάσαντος, ο βραχίων ο ισχυρός του Θεού του Υψίστου, ως εαυτού δακτύλω τω πνεύματι, αμβλωθέν το σκέπαρνον ακονήσας της φύσεως, έμψυχον εαυτώ κατεσκεύασε κλίμακα, ης η κατάβασις επί γης εστήρικται, η δε κεφαλή προς αυτόν τον ουρανόν, εφ΄ ης ο Θεός αναπέπαυται, ης τον τύπον Ιακώβ εθεάσατο, δι΄ ης καταβάς αμεταβάτως, μάλλον δε συγκαταβάς, επί της γης ώφθη, και τοις ανθρώποις συνανεστράφη· ταύτα γαρ η κατάβασις, η συγκαταβατική ταπείνωσις, η επί γης πολιτεία, η τοις επί γης δοθείσα αυτού επίγνωσις. Επί γης η νοητή κλίμαξ, η Παρθένος εστήρικται· εκ της γης έχει την γέννησιν· η δε κεφαλή προς τον ουρανόν· πάσης γαρ γυναικός κεφαλή ο ανήρ· αλλ΄ αύτη, επεί άνδρα ουκ έγνω, κεφαλή αυτής ο Θεός και πατήρ εχρημάτισε, Πνεύματι Αγίω τας συναλλαγάς ποιησάμενος, και οιονεί θείον σπόρον πνευματικόν, τον εαυτού Υιόν και Λόγον, την παντοδύναμον δύναμιν εξαποστείλας· ευδοκία γαρ Πατρός, ουκ εκ συναφείας φυσικής, αλλ΄ εκ Πνεύματος Αγίου και Μαρίας της Παρθένου, υπερφυώς ο Λόγος σαρξ ατρέπτως εγένετο, και εσκήνωσεν εν ημίν· συνάφεια γαρ Θεού προς ανθρώπους, δια Πνεύματος Αγίου γίνεται. Ο χωρών χωρείτω· ο έχων ώτα ακούειν, ακουέτω. Έξω των σωματικών γενώμεθα. Απαθές το θείον, ω άνθρωποι, και απαθώς γεννήσαν το πρότερον φυσικώς, απαθώς τον αυτόν Υιόν γεννά και το δεύτερον, οικονομικώς· και μάρτυς Δαβίδ θεοπάτωρ: «Κύριος είπε προς με. Υιός μου ει συ· εγώ σήμερον γεγέννηκά σε»· το δε σήμερον, επί της προαιωνίου γεννήσεως, χώραν ουκ έχει· εκείνη γαρ άχρονος.                                                                                                                                                                                           Σήμερον η κατά ανατολάς ωκοδόμηται πύλη, δι΄ ης Χριστός εισελεύσεται, και έσται κεκλεισμένη· πύλη εν η Χριστός η θύρα των προβάτων, ανατολή όνομα αυτώ· δι΄ ου την προς τον αρχίφωτον Πατέρα προσαγωγήν εσχήκαμεν. Σήμερον έπνευσαν αύραι, χαράς παγκοσμίου προάγγελοι. Ευφραινέσθω ο ουρανός άνωθεν, και αγαλλιάσθω η γη· σαλευθήτω η του κόσμου θάλασσα· εν αυτή γαρ κόχλος γεννάται, ήτις ουρανόθεν εκ της αστραπής της θεότητος, εν γαστρί έξει και τέξεται τον πολύτιμον μαργαρίτην Χριστόν· εξ ης ο Βασιλεύς της δόξης, της σαρκός πορφύραν περιβαλλόμενος, τοις αιχμαλώτοις επιδημήσας, κηρύξει άφεσιν. Σκιρτάτω η φύσις· η γαρ αμνάς τίκτεται, εξ ης ο ποιμήν περιβαλείται το πρόβατον, και τους χιτώνας διαρρήξει της πάλαι νεκρώσεως. Χορευέτω η παρθενία· ότι ετέχθη, κατά τον Ησαϊαν, παρθένος, ήτις εν γαστρί έξει και τέξεται Υιόν, και καλέσουσι το όνομα αυτού Εμμανουήλ, τουτέστι μεθ΄ ημών ο Θεός. Γνώτε Νεστόριοι και ηττάσθε ότι μεθ΄ ημών ο Θεός· ουκ άνθρωπος, ου πρέσβυς, αλλ΄ αυτός ο Κύριος ήξει και σώσει ημάς. Ευλογημένος ο ερχόμενος· Θεός Κύριος και επέφανεν ημίν. Συστησώμεθα εορτήν επί τη Γεννήσει της Θεοτόκου. Ευφραίνου Άννα στείρα η ου τίκτουσα, ρήξον και βόησον η ουκ ωδίνουσα. Αγάλλου Ιωακείμ, ότι εκ της σης θυγατρός «Παιδίον εγεννήθη ημίν, υιός και εδόθη ημίν· και καλείται το όνομα αυτού μεγάλης βουλής, της παγκοσμίου σωτηρίας, Άγγελος». Αισχυνέσθω Νεστόριος και τιθέτω χείρα επί στόματι· το παιδίον Θεός, και πως ου Θεοτόκος η τεκούσα; Ει τις ου Θεοτόκον ομολογή την Αγίαν Παρθένον, χωρίς εστι της Θεότητος· ουκ εμός ο λόγος, και εμός ο λόγος· κλήρον γαρ τούτον εκ του Θεολόγου πατρός Γρηγορίου θεολογικώτατον δέδεγμαι. Ω μακάριον ζεύγος Ιωακείμ και Άννα, και όντως πανάχραντον· εκ καρπού της κοιλίας υμών εγνώσθητε, καθώς φησί που ο Κύριος: «Εκ των καρπών αυτών επιγνώσεσθε αυτούς»· ευαρέστως τω Θεώ αξίως της εξ υμών τεχθείσης επολιτεύσασθε· σωφρόνως γαρ και οσίως πολιτευσάμενοι το της παρθενίας κειμήλιον προσηγάγετε, την προ του τόκου παρθένον, την μόνην και ψυχή και νω και σώματι αεί παρθενεύουσαν· έδει γαρ εκ σωφροσύνης την παρθενίαν βλαστήσασαν, το μόνον μονογενές προαγαγείν φως σωματικώς, ευδοκία του ασωμάτως γεννήσαντος το μη γεννών, αεί δε γεννώμενον, ου το γεννάσθαι υποστατικόν μόνον ιδίωμα. Ω πόσων θαυμάτων και οίων συναλλαγών εργαστήριον τουτί το θυγάτριον γέγονε! Στειρώσεως γέννημα, παρθενία τίκτουσα, μίξις θεότητός τε και ανθρωπότητος, πάθους και απαθείας, ζωής και θανάτου, ως αν εν πάσιν εκνικηθείη το χείρον υπό του κρείττονος. Και ταύτα πάντα δια την εμήν σωτηρίαν, ω Δέσποινα· ούτω γαρ με ηγάπησας, ως ουδέ Αγγέλων, ουδέ τινος ταύτην κατεργάσασθαι κτίσεως· αλλ΄ ώσπερ την πρώτην πλάσιν, ούτως αυτουργήσαι και την ανάπλασιν. Εντεύθεν χορεύω και κομπάζω και γέγηθα, και προς την πηγήν πάλιν των θαυμάτων επάνειμι, και του της ευφροσύνης εμφορούμενος νάματος, την κιθάραν πάλιν κινώ του πνεύματος, και θείον ύμνον άδω γενέθλιον. Ω ζεύγος λογικών τρυγόνων, Ιωακείμ και Άννα το σωφρονέστατον, υμείς τον της φύσεως νόμον τη σωφροσύνη τηρήσαντες, των υπέρ φύσιν κατηξιώθητε· τετόκατε γαρ εν κόσμω Θεού Μητέρα απείρανδρον· υμείς ευσεβώς και οσίως εν ανθρωπίνη φύσει πολιτευσάμενοι, την υπέρ Αγγέλους και των Αγγέλων δεσπόζουσαν νυν θυγατέρα τετόκατε. Ω θύγατερ ωραιοτάτη και γλυκυτάτη· ω κρίνον αναμέσον των ακανθών εκφυέν, εξ ευγενεστάτης και βασιλικωτάτης ρίζης Δαβιτικής· δια σου την ιερωσύνην βασιλεία πεπλούτηκε· δια σου νόμου μετάθεσις γέγονε, και ανεκαλύφθη το υπό τω γράμματι πνεύμα κρυπτόμενον, μετατεθέντος εκ της Λευϊτικής φυλής επί την Δαβιτικήν του ιερατικού αξιώματος. Ω ρόδον εξ ακανθών των Ιουδαίων φυέν, και ευωδίας θείας πληρώσαν τα σύμπαντα. Ω θύγατερ Δαβίδ και Μήτηρ Θεού, μακαρία η οσφύς και η γαστήρ εξ ων ανεβλάστησας· μακάριαι αι αγκάλαι αι σε εβάστασαν, και μακάριοι οι μαστοί ους εθήλασας. Σήμερον αρχή σωτηρίας τω κόσμω· «Αλαλάξατε τω Κυρίω πάσα η γη· άσατε και αγαλλιάσθε και ψάλατε· υψώσατε την φωνήν υμών, υψώσατε μη φοβείσθε»· ότι ετέχθη ημίν Μήτηρ Θεού ευδοκήσαντος ομιλήσαι τοις εν τη γη δια σαρκός, του επουρανίου και αναμαρτήτου, του δια φιλανθρωπίαν αίροντος την αμαρτίαν του κόσμου. Σκιρτήσατε όρη, λογικαί φύσεις, προς ύψος της πνευματικής θεωρίας ανατεινόμεναι· το γαρ όρος Κυρίου το εμφανέστατον τίκτεται, το επαναβεβηκός και υπερκείμενον παντός βουνού και παντός όρους ανθρώπων και Αγγέλων τη υψηλότητι, εξ ου, χειρών άνευ, σωματικώς τμηθήναι ηυδόκησεν ο ακρογωνιαίος λίθος Χριστός, η μία υπόστασις τα διεστώτα συνάπτουσα, θεότητά τε και ανθρωπότητα, Αγγέλους και ανθρώπους, τους εξ Εθνών και τον σαρκικόν Ισραήλ εις ένα πνευματικόν Ισραήλ. «Όρος Θεού, όρος πίον, όρος τετυρωμένον, το όρος ο ηυδόκησεν ο Θεός κατοικείν εν αυτώ· το θείον άρμα το μυριοπλάσιον» των τη θεία Χάριτι ευθηνούντων, Χερουβίμ, λέγω, και Σεραφείμ. Κορυφή, η του Σινά αγιωτέρα, ην ου καπνός, ου γνόφος, ου θύελλα, ου πυρ δειματούν καλύπτει, αλλά φωτιστική του Παναγίου Πνεύματος έλλαμψις· εκεί μεν λόγος Θεού πλαξί λιθίναις νόμον ενέγραψεν ως δακτύλω τω Πνεύματι· εν ταύτη δε εκ Πνεύματος Αγίου και των αυτής αιμάτων, αυτός ο Λόγος σεσάρκωται, και εαυτόν δέδωκε τη ημετέρα φύσει, σωτηρίας δραστικώτερον φάρμακον· εκεί μάννα, εν ταύτη ο του μάννα δους την γλυκύτητα. Υποκυπτέτω σκηνή η περίπυστος, ην εν ερήμω Μωϋσής κατεσκεύασεν εκ πολυτίμου και παντοδαπής ύλης, και προ ταύτης η του Πατριάρχου Αβραάμ τη εμψύχω και λογική σκηνή του Θεού· αύτη γαρ ουκ ενεργείας Θεού υπήρξε δοχείον, αλλ΄ ουσιωδώς ασύγκριτον, κιβωτός πάντοθεν χρυσίω κακαλυμμένη, και μανναφόρος στάμνος χρυσή, και λυχνία, και τράπεζα και πάντα τα παλαιά· τω γαρ ταύτης τύπω τετίμηνται, ως αληθώς πρωτοτύπου σκιάσματα. Σήμερον τόμον καινόν, ο πάντα ποιών κατεσκεύασε Θεός Λόγος, ον εκ καρδίας ο Πατήρ εξηρεύξατο, γλώσση Θεού ως καλάμω τω Πνεύματι εν αυτώ γραφησόμενος· ος εδόθη ανδρί ειδότι γράμματα, και ουκ ανέγνω· ου γαρ έγνω την Μαριάμ ο Ιωσήφ, ουδ΄ αυ του μυστηρίου την δύναμιν. Ω θυγάτριον Ιωακείμ και Άννης, το ιερώτατον, το λαθόν τας αρχάς και τας εξουσίας και τα πεπυρωμένα βέλη του πονηρού· το εν θαλάμω του Πνεύματος πολιτευσάμενον, και τηρηθέν άμωμον εις Νύμφην εις Νύμφην Θεού και Μητέρα του φύσει Υιού του Θεού. Ω θυγάτριον ιερώτατον, το έτι μητρικαίς αγκάλαις φερόμενον, και φοβερόν ταις αποστατικαίς δυνάμεσιν. Ω θυγάτριον ιερώτατον, το μαζώ γάλα τρεφόμενον, και Αγγέλοις περιστοιχούμενον. Ω θυγάτριον θεοπόθητον, η των φυσάντων δόξα· σε γενεαί γενεών μακαρίζουσιν, ως έφης επαληθεύουσα. Ω θυγάτριον αξιόθεον, το κάλλος της ανθρωπίνης φύσεως, της προμήτορος Εύας επανόρθωσις· δια γαρ της Σης τεκνογονίας η πάσα φύσις ηνώρθωται· των γυναικών το αγλάϊσμα· ει γαρ και η πρώτη Εύα εν παραβάσει γέγονε, και δι΄ αυτής εισήλθεν ο θάνατος, διακονησαμένης τω όφει προς τον προπάτορα, αλλ΄ η Αειπάρθενος Μαρία εξυπηρετησαμένη τω θείω βουλήματι, τον απατήσαντα όφιν ηπάτησε, και τω κόσμω την αφθαρσίαν εισήγαγεν. Ω θυγάτριον αειπάρθενον, ανδρός ου δεηθείσα προς σύλληψιν· έχει γαρ πατέρα αϊδιον ο υπό Σου κυοφορηθείς. Ω θύγατερ γηγενής, θεοπρεπέσιν αγκάλαις τον Κτίστην βαστάσασα· ημιλλώντο οι αιώνες, ποίος τη Ση εγκαυχήσεται γεννήσει· αλλ΄ ενίκα των αιώνων την άμιλλαν, η προωρισμένη βουλή του Θεού του τους αιώνας ποιήσαντος· και γεγόνασιν οι έσχατοι πρώτοι, της Σης γεννήσεως ευμοιρήσαντες. Όντως τιμιωτέρα πάσης κτίσεως γέγονας· εκ Σου γαρ μόνης ο Δημιουργός μοίραν προσείληφε την απαρχήν του ημετέρου φυράματος· σαρξ Αυτού εκ της σαρκός Σου, και αίμα Αυτού εκ του αίματός Σου, και γάλα μαστών Σου εθήλασεν ο Θεός. Ω ακαταλήπτων και απορρήτων πραγμάτων! Σε προγνούς ο των όλων Θεός αξίαν, ηγάπησε· και αγαπήσας προώρισε, και επ΄ εσχάτων των χρόνων εις το είναι προήγαγε, και Θεοτόκον Μητέρα και τιθηνόν του οικείου Υιού και Λόγου ανέδειξε. Τα εναντία μεν ουν φασι των εναντίων ιάματα· αλλ΄ ουκ εκ των εναντίων τα εναντία, ει και των εναντίων έκαστον ο πέφυκε, πλέκει εκ περιουσίας ου πέφυκεν· «ώσπερ γαρ δια του αγαθού μοι κατεργαζομένη θάνατον, καθ΄ υπερβολήν αμαρτωλός η αμαρτία», ούτω των αγαθών ο αίτιος, δια των εναντίων, ο πέφυκεν ημίν κατεργάζεται· «όπου γαρ επλεόνασεν η αμαρτία, υπερεπερίσσευσεν η χάρις». Ει γαρ την πρώτην προς Θεόν εφυλάξαμεν κοινωνίαν, ουκ αν της μείζονος και παραδοξοτέρας κατηξιώθημεν· νυν δε, δια μεν της αμαρτίας, της προτέρας κοινωνίας απηξιώθημεν, μη φυλάξαντες ο ελάβομεν· Θεού δε συμπαθεία ηλεήθημέν τε και προσελήφθημεν, ως ασφαλή γενέσθαι την κοινωνίαν· δυνατός γαρ ο προσλαβόμενος φυλάξαι την ένωσιν αδιάσπαστον. Επεί γαρ «εκπορνεύσασα εξεπόρνευσε πάσα η γη, και ο λαός Κυρίου πνεύματι πορνείας επλανήθη από Κυρίου Θεού αυτού του κτησαμένου αυτόν εν χειρί κραταιά και εν βραχίονι υψηλώ, και εξαγαγόντος εν σημείοις και τέρασιν εξ οίκου δουλείας Φαραώ, και διαγαγόντος δια θαλάσσης Ερυθράς, και οδηγήσαντος εν νεφέλη ημέρας και όλην την νύκτα εν φωτισμώ πυρός, και εστράφη η καρδία αυτών εις Αίγυπτον, και εγένετο ο λαός Κυρίου ου λαός αυτού, και ο ηλεημένος ουκ ηλεημένος, και ο ηγαπημένος ουκ ηγαπημένος»· δια τούτο τοίνυν Παρθένος τίκτεται, της προγονικής πορνείας αντίπαλος· και Αύτη τω Θεώ μεμνήστευται, και τίκτει του Θεού τον Έλεον· και λαός Θεού, ο πριν ου λαός καθίσταται, και ο ουκ ηλεημένος ηλέηται, και ο ουκ ηγαπημένος ηγάπηται· εξ Αυτής γαρ τίκτεται ο Υιός του Θεού ο αγαπητός, εν Ω ευδόκησεν. Άμπελος ευκληματούσα εξ Άννης εβλάστησε (σήμερον), και βότρυν γλυκύτατον ήνθησε, νέκταρ τοις γηγενέσιν αιώνιον πηγάζοντα. Ιωακείμ και Άννα έσπειραν εαυτοίς εις δικαιοσύνην, και εθέρισαν καρπόν ζωής· εφώτισαν εαυτοίς φως γνώσεως, και Κύριον εξεζήτησαν, και ήλθεν αυτοίς γέννημα δικαιοσύνης. Θαρσείτω η γη, και τέκνα Σιών χαίρετε επί Κυρίω τω Θεώ ημών· ότι εβλάστησεν η έρημος· στείρα ήνεγκε τον καρπόν αυτής. Ιωακείμ και Άννα, ως όρη νοητά, γλυκασμόν απεστάλαξαν. Ευφραίνου Άννα μακαριστή, ότι θήλυ τέτοκας· τούτο γαρ το θήλυ, Μήτηρ Θεού, πολύφωτος πύλη ζωής, και το των θηλειών λύσει έγκλημα. Τούτου του θήλεος το πρόσωπον, οι πλούσιοι λιτανεύσουσι. Τούτο το θήλυ οι βασιλείς των εθνών προσκυνήσουσι δώρα φέροντες. Τούτο το θήλυ προσάξει Θεώ τω παμβασιλεί, ως κροσσωτοίς χρυσοίς, την των αρετών περιβεβλημένην ευπρέπειαν, και κεκοσμημένην τη του Πνεύματος χάριτι, ης η δόξα έσωθεν· δόξα μεν γαρ πάσης γυναικός ο ανήρ, έξωθεν επιών· η δε δόξα της Θεοτόκου έσωθεν, ο της κοιλίας καρπός. Ω θήλυ ποθητόν και όντως μακάριον, ευλογημένη Συ εν γυναιξί και ευλογημένος ο καρπός της κοιλίας Σου. Ω θήλυ, θύγατερ του βασιλέως, και Μήτηρ· θυγάτηρ του βασιλέως Δαβίδ, και Μήτηρ του παμβασιλέως Θεού. Ω θείον έμψυχον άγαλμα, εφ΄ ω ο δημιουργήσας ευφράνθη Θεός· νουν μεν έχον θεοκυβέρνητον, και μόνω Θεώ προσέχοντα· επιθυμίαν άπασαν τεταμένην προς το μόνον εφετόν τε και αξιέραστον· τον θυμόν κατά μόνης της αμαρτίας και του ταύτην κυήσαντος· ζωήν της φύσεως κρείττονα έξεις γαρ σεαυτή· ου γαρ σεαυτής ένεκα γεγέννησο· όθεν έξεις Θεόν δι΄ ον εις τον βίον ελήλυθας, όπως τη παγκοσμίω εξυπηρετήσης σωτηρία, όπως η αρχαία βουλή του Θεού της του Λόγου σαρκώσεως και της ημών θεώσεως δια Σου πληρωθή. Έφεσιν είχες τοις θείοις λόγοις εντρέφεσθαι, και τούτοις πιαίνεσθαι, ως αεί εκαία κατάκαρπος εν τω οίκω του Θεού· ως ξύλον πεφυτευμένον παρά τας διεξόδους των υδάτων του Πνεύματος· ως ξύλον ζωής, ο τον καρπόν αυτού έδωκεν εν τω προωρισμένω καιρώ υπό Θεού, Θεόν σεσαρκωμένον, την αιώνιον των απάντων ζωήν· πάντα λογισμόν τρόφιμον και ψυχωφελή έλκουσα, και πάντα περιττόν και ψυχοβλαβή πριν γεύσασθαι αποκρίνουσα. Σου οι οφθαλμοί προς τον Κύριον, φως ορώντες αέναον και απρόσιτον· ώτα, των θείων ακούοντα λόγων, και τερπόμενα τη κιθάρα του Αγίου Πνεύματος, δι΄ ων ο Λόγος εισήλθε σαρκωθησόμενος· ρίνες, τη οσμή των μύρων του Νυμφίου θελγόμεναι, ος εστι μύρον θείον εκουσίως κενούμενον και χρίον την εαυτού ανθρωπότητα· «Μύρον εκκενωθέν όνομά σοι», φησίν η Γραφή· χείλη αινούντα τον Κύριον, και τοις προς αυτόν ύμνοις ενηδυνόμενα· γλώσσα και φάρυγξ, λόγους Θεού διακρίνουσαι, και θείας γλυκύτητος εμφορούμεναι· καρδία καθαρά και αμόλυντος, ορώσα και ποθούσα Θεόν τον αόρατον· γαστήρ, εν η ο αχώρητος ώκησε, και μαστοί γάλακτος εξ ων ετράφη Θεός το παοδίον Ιησούς· πύλη Θεού, αεί παρθενεύουσα· χείρες, Θεόν φέρουσαι, και γόνατα, θρόνος των Χερουβίμ υψηλότερος, δι΄ ου ίσχυσαν χείρες ανειμέναι και γόνατα παραλελυμένα· πόδες, ως λύχνω φωτός τω του Θεού ποδηγούμενοι νόμω, και οπίσω αυτού ανεπιστρόφως τρέχοντες, έως προς την ποθούσαν τον ποθούμενον είλκυσαν. Όλη παστάς του Πνεύματος· όλη πόλις Θεού ζώντος, ην ευφραίνουσι του ποταμού τα ορμήματα, των του Πνεύματος χαρισμάτων τα κύματα. Όλη καλή, όλη πλησίον του Θεού· αύτη γαρ υπεραναβάσα των Χερουβίμ, και των Σεραφείμ υπεραρθείσα, πλησίον Θεού εχρημάτισεν. Ω θαύμα θαυμάτων πάντων υπέρτερον! Γυνή υπεράνω των Σεραφείμ γέγονεν, ότι ο Θεός ώφθη βραχύ τι παρ΄ Αγγέλοις ηλαττωμένος. Σιγάτω Σολομών ο σοφώτατος, και μη λεγέτω: «Ουδέν καινόν υπό τον ήλιον». Ω Παρθένε θεοχαρίτωτε, ναός Θεού άγιος, ον ο πνευματικός Σολομών ο ειρηνάρχης κατασκευάσας κατώκησεν· ου χρυσώ και λίθοις αψύχοις καλλωπιζόμενος, αλλ΄ αντί χρυσού, λάμπων τω πνεύματι· αντί δε λίθων τιμίων, έχων τον πολύτιμον μαργαρίτην Χριστόν τον άνθρακα της θεότητος, ον άψασθαι των χειλέων υμών καθικέτευε· ως αν καθαρθέντες, τούτον συν τω Πατρί και τω Πνεύματι υμνήσωμεν ανακράζοντες: «Άγιος, Άγιος, Άγιος Κύριος Σαβαώθ», μία φύσις θεότητος εν τρισίν υποστάσεσιν. Άγιος ο Θεός Πατήρ, ο ευδοκήσας εν Σοι και εκ Σου τελεσθήναι ο προώρισε προ αιώνων μυστήριον. Άγιος Ισχυρός ο Υιός του Θεού και Θεός, ο μονογενή σε πρωτότοκον προαγαγών εκ στείρας μητρός σήμερον, όπως μονογενής ων εκ Πατρός και πρωτότοκος πάσης της κτίσεως, μονογενής εκ σου γεννηθή της Παρθένου και Μητρός, πρωτότοκος εν πολλοίς αδελφοίς παραπλησίως ημίν, εκ σου μετεσχηκώς αίματος και σαρκός, αλλ΄ ουκ εκ μόνου σε πατρός, ή εκ μόνης προήγαγε μητρός, ίνα τω Μονογενεί φυλαχθή το κατά πάντα μονογενές· αυτός γαρ μόνος εκ μόνου Πατρός μονογενής, και μόνος εκ μόνης Μητρός. Άγιος Αθάνατος το Πανάγιον Πνεύμα, το δρόσω της εαυτού θεότητος, τω θείω πυρί σε φυλάξαν ανάλωτον· τούτο γαρ και η Μωσέως προϋπηνίττετο βάτος. Χαίροις προβατική, της του Θεού Μητρός το ιερώτατον τέμενος· χαίροις προβατική, της Βασιλίδος το προγονικόν καταγώγιον· χαίροις προβατική, του Ιωακείμ ο πάλαι σηκός, νυν δε της λογικής Χριστού ποίμνης ουρανομίμητος Εκκλησία· η ποτέ μεν άπαξ του ενιαυτού του Θεού δεχομένη τον Άγγελον, το νάμα ταράσσοντα, ένα τερωννύντα και της συνεχούσης απαλλάττοντα νόσου· νυν δε πλήθη ουρανίων δυνάμεων έχουσα υμνούντα συν ημίν την Θεομήτορα, την των θαυμάτων άβυσσον, την πηγήν της παγκοσμίου ιάσεως, ου λειτουργόν δεξαμένην Άγγελον, αλλά τον της μεγάλης βουλής, ως επί πόκον αψοφητί καταβάντα υετόν αγαθότητος, και πάσαν την φύσιν νοσούσαν και προς φθοράν υποκλίνασαν, προς υγείαν άνοσον, και προς ζωήν αγήρω επανορθώσαντα, δι΄ ου ο εν σοι παράλυτος ως έλαφος ήλατο. Χαίροις προβατική τιμία, αυξανέτω σου η χάρις. Χαίροις Μαρία, γλυκύτατον της Άννης θυγάτριον· (προς σε γαρ αύθις ο πόθος ανθέλκει με), πως εξεικονίσω σου το σεμνότατον βάδισμα; Πως την στολήν; Πως του προσώπου σου το χάριεν; Γηραλέον φρόνημα εν νεάζοντι σώματι· στολή κοσμία, πάσαν θρύψιν και μαλακίαν φεύγουσα· βήμα σεμνόν και ατάραχον, και βλακείας ελεύθερον· ήθος εστεμμένον και ιλαρότητι σύμμικτον· ανδράσιν απρόσιτον, και μάρτυς ο φόβος ο επισυμβάς τω ασυνήθει του Αγγέλου προσφθέγματι· γονεύσιν ευήνιος και υπήκοος· φρόνημα ταπεινόν εν θεωρίαις υψηλοτάταις· λόγος ιερός εξ αοργήτου ψυχής προφερόμενος· και τι γε άλλο, ή άξιον του Θεού καταγώγιον; Σε αξίως πάσαι αι γενεαί μακαρίζουσι, ως επίλεκτον δόξαν της ανθρωπότητος. Συ ιερέων καύχημα, βασιλέων στήριγμα, Χριστιανών ελπίς· παρθενίας πολύφορον φύτευμα· δια σου γαρ το κάλλος της παρθενίας ωράϊσται: «Ευλογημένη συ εν γυναιξί, και ευλογημένος ο καρπός της κοιλίας σου». Οι ομολογούντές σε Θεοτόκον ευλόγηνται και οι αρνούμενοί σε κεκατήρανται. Ω ιερά ξυνωρίς Ιωακείμ και Άννα· δέχου παρ΄ εμού λόγον τουτονί τον γενέθλιον. Ω θύγατερ Ιωακείμ και Άννης και Δέσποινα· δέχου δούλου λόγον αμαρτωλού, αλλ΄ εμπείρως βοώντος και σέβοντος, και σε μόνην κεκτημένου χαράς ελπίδα, του βίου προστάτιν, και προς τον σον Υιόν διαλλαγήν και σωτηρίας αρραβώνα στερέμνιον· και των αμαρτιών διασκορπίσαις φορτίον· και το επισκοτούν τω εμώ νέφει, και την υλώδη διασκεδάσαις παχύτητα, και στήσαις τους πειρασμούς και κυβερνήσαις τον βίον αισίως, και προς την άνω χειραγωγήσαις μακαριότητα, λιταίς των σε φυσάντων και παντός του της Εκκλησίας πληρώματος. Γένοιτο, γένοιτο. Χαίρε Κεχαριτωμένη, ο Κύριος μετά  σου· ευλογημένη συ εν γυναιξί και ευλογημένος ο καρπός της κοιλίας σου, Ιησούς Χριστός ο Υιός του Θεού. Αυτώ η δόξα συν τω Πατρί και τω Πνεύματι, εις τους απεράντους αιώνας. Αμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου